K I T A B   S U C I
Temukan di Google Play
[VER] : [YUNANI]
[TAURAT]  [ZABUR]  [INJIL] 
[ARTIKEL]

 <<  Kisah 21 >> 

1ως δε εγενετο αναχθηναι ημας αποσπασθεντας απ αυτων ευθυδρομησαντες ηλθομεν εις την κω τη δε εξης εις την ροδον κακειθεν εις παταρα

2και ευροντες πλοιον διαπερων εις φοινικην επιβαντες ανηχθημεν

3αναφαναντες δε την κυπρον και καταλιποντες αυτην ευωνυμον επλεομεν εις συριαν και κατηλθομεν εις τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον

4ανευροντες δε τους μαθητας επεμειναμεν αυτου ημερας επτα οιτινες τω παυλω ελεγον δια του πνευματος μη επιβαινειν εις ιεροσολυμα

5οτε δε εγενετο ημας εξαρτισαι τας ημερας εξελθοντες επορευομεθα προπεμποντων ημας παντων συν γυναιξιν και τεκνοις εως εξω της πολεως και θεντες τα γονατα επι τον αιγιαλον προσευξαμενοι

6απησπασαμεθα αλληλους και ανεβημεν εις το πλοιον εκεινοι δε υπεστρεψαν εις τα ιδια

7ημεις δε τον πλουν διανυσαντες απο τυρου κατηντησαμεν εις πτολεμαιδα και ασπασαμενοι τους αδελφους εμειναμεν ημεραν μιαν παρ αυτοις

8τη δε επαυριον εξελθοντες ηλθομεν εις καισαρειαν και εισελθοντες εις τον οικον φιλιππου του ευαγγελιστου οντος εκ των επτα εμειναμεν παρ αυτω

9τουτω δε ησαν θυγατερες τεσσαρες παρθενοι προφητευουσαι

10επιμενοντων δε ημερας πλειους κατηλθεν τις απο της ιουδαιας προφητης ονοματι αγαβος

11και ελθων προς ημας και αρας την ζωνην του παυλου δησας εαυτου τους ποδας και τας χειρας ειπεν ταδε λεγει το πνευμα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτως δησουσιν εν ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εις χειρας εθνων

12ως δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεις τε και οι εντοπιοι του μη αναβαινειν αυτον εις ιερουσαλημ

13τοτε απεκριθη ο παυλος και ειπεν τι ποιειτε κλαιοντες και συνθρυπτοντες μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εις ιερουσαλημ ετοιμως εχω υπερ του ονοματος του κυριου ιησου

14μη πειθομενου δε αυτου ησυχασαμεν ειποντες του κυριου το θελημα γινεσθω

15μετα δε τας ημερας ταυτας επισκευασαμενοι ανεβαινομεν εις ιεροσολυμα

16συνηλθον δε και των μαθητων απο καισαριας συν ημιν αγοντες παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω αρχαιω μαθητη

17γενομενων δε ημων εις ιεροσολυμα ασμενως απεδεξαντο ημας οι αδελφοι

18τη τε επιουση εισηει ο παυλος συν ημιν προς ιακωβον παντες τε παρεγενοντο οι πρεσβυτεροι

19και ασπασαμενος αυτους εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεος εν τοις εθνεσιν δια της διακονιας αυτου

20οι δε ακουσαντες εδοξαζον τον θεον ειπαν τε αυτω θεωρεις αδελφε ποσαι μυριαδες εισιν των πεπιστευκοτων και παντες ζηλωται του νομου υπαρχουσιν

21κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεις απο μωυσεως τους κατα τα εθνη παντας ιουδαιους λεγων μη περιτεμνειν αυτους τα τεκνα μηδε τοις εθεσιν περιπατειν

22τι ουν εστιν παντως δει συνελθειν πληθος ακουσονται γαρ οτι εληλυθας

23τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρες τεσσαρες ευχην εχοντες εφ εαυτων

24τουτους παραλαβων αγνισθητι συν αυτοις και δαπανησον επ αυτοις ινα ξυρησονται την κεφαλην και γνωσονται παντες οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεις και αυτος φυλασσων τον νομον

25περι δε των πεπιστευκοτων εθνων ημεις επεστειλαμεν κριναντες φυλασσεσθαι αυτους το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν

26τοτε ο παυλος παραλαβων τους ανδρας τη εχομενη ημερα συν αυτοις αγνισθεις εισηει εις το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εως ου προσηνεχθη υπερ ενος εκαστου αυτων η προσφορα

27ως δε εμελλον αι επτα ημεραι συντελεισθαι οι απο της ασιας ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον επ αυτον τας χειρας

28κραζοντες ανδρες ισραηλειται βοηθειτε ουτος εστιν ο ανθρωπος ο κατα του λαου και του νομου και του τοπου τουτου παντας πανταχη διδασκων ετι τε και ελληνας εισηγαγεν εις το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον

29ησαν γαρ προεωρακοτες τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εις το ιερον εισηγαγεν ο παυλος

30εκινηθη τε η πολις ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεως εκλεισθησαν αι θυραι

31ζητουντων τε αυτον αποκτειναι ανεβη φασις τω χιλιαρχω της σπειρης οτι ολη συνχυννεται ιερουσαλημ

32ος εξαυτης παραλαβων στρατιωτας και εκατονταρχας κατεδραμεν επ αυτους οι δε ιδοντες τον χιλιαρχον και τους στρατιωτας επαυσαντο τυπτοντες τον παυλον

33τοτε εγγισας ο χιλιαρχος επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσι δυσι και επυνθανετο τις ειη και τι εστιν πεποιηκως

34αλλοι δε αλλο τι επεφωνουν εν τω οχλω μη δυναμενου δε αυτου γνωναι το ασφαλες δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εις την παρεμβολην

35οτε δε εγενετο επι τους αναβαθμους συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου

36ηκολουθει γαρ το πληθος του λαου κραζοντες αιρε αυτον

37μελλων τε εισαγεσθαι εις την παρεμβολην ο παυλος λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπειν τι προς σε ο δε εφη ελληνιστι γινωσκεις

38ουκ αρα συ ει ο αιγυπτιος ο προ τουτων των ημερων αναστατωσας και εξαγαγων εις την ερημον τους τετρακισχιλιους ανδρας των σικαριων

39ειπεν δε ο παυλος εγω ανθρωπος μεν ειμι ιουδαιος ταρσευς της κιλικιας ουκ ασημου πολεως πολιτης δεομαι δε σου επιτρεψον μοι λαλησαι προς τον λαον

40επιτρεψαντος δε αυτου ο παυλος εστως επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω πολλης δε σιγης γενομενης προσεφωνησεν τη εβραιδι διαλεκτω λεγων


 <<  Kisah 21 >> 


Pencarian Tepat
Pencarian: pasal (Mat 5); ayat (Mat 5:11); kutipan (Mat 5:1-12); kata (Surga); nomor strong (25);