K I T A B   S U C I
Temukan di Google Play
[VER] : [YUNANI]
[TAURAT]  [ZABUR]  [INJIL] 
[ARTIKEL]

 <<  2 Korintus 13 >> 

1τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα

2προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι

3επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν

4και γαρ εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεν συν αυτω εκ δυναμεως θεου εις υμας

5εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι χριστος ιησους εν υμιν ει μητι αδοκιμοι εστε

6ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι

7ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν

8ου γαρ δυναμεθα τι κατα της αληθειας αλλα υπερ της αληθειας

9χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο και ευχομεθα την υμων καταρτισιν

10δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι εις οικοδομην και ουκ εις καθαιρεσιν

11λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων

12ασπασασθε αλληλους εν αγιω φιληματι

13(13-12b) ασπαζονται υμας οι αγιοι παντες

14(13-13) η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων


 <<  2 Korintus 13 >> 


Pencarian Tepat
Pencarian: pasal (Mat 5); ayat (Mat 5:11); kutipan (Mat 5:1-12); kata (Surga); nomor strong (25);